Παρασκευή 29 Μαρτίου 2013

ΑΣΚΗΣΕΙΣ ΣΤΙΣ ΔΕΥΤΕΡΕΥΟΥΣΕΣ ΟΝΟΜΑΤΙΚΕΣ


            ΑΣΚΗΣΕΙΣ ΣΤΙΣ ΔΕΥΤΕΡΕΥΟΥΣΕΣ ΟΝΟΜΑΤΙΚΕΣ
Να βρείτε και να αναγνωρίσετε πλήρως (εισαγωγή, εκφορά, συντακτικός ρόλος) τις δευτερεύουσες  ονοματικές προτάσεις στα παρακάτω παραδείγματα:


Ἐξ ὧν ἐνθυμεῖσθαι χρή, πῶς ἕκαστος ὑμῶν διέκειτο καὶ τίνα γνώμην εἶχεν.
Ὅμως δεῖ πειρᾶσθαι ὅπως σῳζώμεθα.
Ἀπορεῖς εἰ διδακτόν (ἐστιν) ἡ ἀρετή.
Βούλομαι τοίνυν [
ὑμᾶς] μετὰ παρρησίας ἐξετάσαι τὰ παρόντα πράγματα τῇ πόλει, καὶ σκέψασθαι τί ποιοῦμεν.
Ἐλογιζόμην, ὅτι καὶ τούτου τοῦ ἀνδρὸς ἐγὼ σοφώτερος εἰμί.
Δέδοικα μ
ὴ ὁ ἀσθενὴς τελευτήσῃ.
Πρ
ῶτον μὲν αὐτὸ ὑμῖν τοῦτο γενέσθω τεκμήριον, ὅτι κατεγνώκει ἂν αὐτοῦ ὁ Λυσιθείδης.
Ἐφοβήθησαν μὴ καὶ ἐπὶ σφᾶς χωρήσῃ ὁ στρατός.
Σκέψαι
ἐὰν τόδε ἀρέσκῃ.
Δ
ῆλον οὖν ἐστὶ ὅτι οὐκ ἂν προέλεγεν, εἰ μὴ ἐπίστευεν.
Ἀνὴρ τῶν πελταστῶν ἔλεγεν ὅτι γιγνώσκοι τὴν φωνὴν τοῦ ἀνθρώπου.
Ὁ Κῦρος ἐπυνθάνετο ἤδη αὐτῶν καὶ ὁπόσην ὁδὸν διήλασαν καὶ εἰ οἰκοῖτο ἡ χώρα.
Ν
ῦν οὖν φοβούμεθα μὴ τὰ κράτιστα ἀπωλέσαμεν.
Οὐκ ἔχω τί λέγω.
Ἠγγέλθη τοῖς στρατηγοῖς ὅτι φεύγοιεν ὑπὸ τοῦ δήμου.
Θαυμάζω πότερα
ὡς κρατῶν βασιλεὺς αἰτεῖ τὰ ὅπλα ἢ ὡς διὰ φιλίαν δῶρα.
Ὑμεῖς δ’ ἐνθυμεῖσθε, ὦ ἄνδρες δικασταί, ὅτι ὁ νομοθέτης οὐδεμίαν ὀργῇ συγγνώμην δίδωσιν.
Ξενοφῶν ἐρωτᾷ Κῦρον εἴ τι παραγγέλλει.
Δῆλόν ἐστιν ὅτι οὐκ ἂν προὔλεγεν, εἰ μὴ ἐπίστευεν ἀληθεύσειν.
Διηρώτα τ
ὸν Κῦρον πότερον βούλοιτο μένειν ἢ ἀπιέναι.
Ἤρετο ὅ,τι τὸ σύνθημα εἴη.
Ἐβουλεύοντο πῶς ἂν τὴν μάχην συμφορώτατα ποιήσαιντο
Νῦν οὖν φοβούμεθα μὴ τὰ κράτιστα ἀπωλέσαμεν.
Κίνδυνός
ἐστι μὴ ὁ δῆμος ἀπόληται.
Σχεδὸν ἐγίγνωσκον ὅτι εἴη που πλησίον τὸ στράτευμα τῶν πολεμίων.
Ἐγὼ δ’ αὐτὸ τοῦτο φοβοῦμαι, μὴ διὰ τὴν ἀπειρίαν οὐ δυνηθῶ δηλῶσαι περὶ τῶν πραγμάτων ὑμῖν.
Λέγουσιν ο
ἱ σοφισταί ὡς οὐδὲν δέονται χρημάτων.
 Ο
ὐ γὰρ ἠγγέλθη αὐτοῖς ὅτι τεθνηκότες εἶεν.
 
Ἐτύγχανον λέγων ὅτι πολλαὶ καὶ καλαὶ ἐλπίδες ἡμῖν εἶεν σωτηρίας.
Λέγω τοῦτο, ὡς ὑμεῖς οὐ καλῶς ὁρᾶτε.
Ἐγὼ δὲ οὐκ ἀγνοῶ τοῦθ’ ὅτι ἐν ὀργῇ ποιεῖσθε τοὺς ὑστάτους εἰπόντας.

Ἔγνωσαν ὅτι κενὸς ὁ φόβος εἴη.
Ἐσηγγέλθη αὐτοῖς ὡς εἴη Ἀπόλλωνος ἔξω τῆς πόλεως ἑορτή.
Οἱ Ἕλληνες ᾔσθοντο ὅτι βασιλεὺς ἐν τοῖς σκευοφόροις εἴη.
Φρύνιχος
ἔγνω ὅτι ἔσοιτο λόγος περὶ τῆς Ἀλκιβιάδου καθόδου.
Ἀπαγγέλλετε ὅτι νικῶμεν βασιλέα.
Ὁ κατήγορος λέγει ὡς ἄρα ὑβριστής εἰμι 
Καὶ τοῦτο μὲν οὐκ ἀγνοῶ, ὅτι οὐδέν μοι ἀρκέσει ὅδε ὁ βωμός.
Οἶδα ὅτι πάντες ἂν ὁμολογήσαιτε.
Δῆλόν ἐστι ὅτι Σωκράτης οὐδὲν ἀδικεῖ.
Ἴσασιν οὐδὲν ὧν λέγουσιν.
Ἔλαβεν ὁπλίτας, οἳ πάντες ἀγαθοὶ ἦσαν.
Δύναιτο δ’
ἄν τις μεταδιδόναι ὃ μὴ ἔχει;
Ἐνθάδε οὐδεὶς πάρεστιν ὅσων καλῶς ἐποίησα.
Ἡ πόλις βλάπτεται ὑφ’ ὅσων οὐκ ἐπιθυμοῦσιν εἰρήνην.
 
Ἦν τις Φιλλίδας, ὃς ἐγραμμάτευε τοῖς πολεμάρχοις.
Ἔστιν δίκης ὀφθαλμός, ὃς τὰ πάνθ' ὁρᾷ.
Ὁ ἐμὸς πάππος κάλλιστος ἦν Μήδων, ὅσων ἑόρακα.
Κα
ὶ φράζουσιν ἃ λέγει.
Μαίνεται ὃς εὔχεται θανεῖν. 
Εἴρηχ’ ἃ νομίζω συμφέρειν.
Ὅστις αὑτὸν φιλεῖ μετ’ ἐμοῦ μαχέσθω.
Ξενοφ
ῶν ἔγραψεν, ὃς στρατηγὸς ἦν.
 



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου